† ΜΗΤΡΟΠΟΛΙΤΗΣ
ΑΤΤΙΚΗΣ ΚΑΙ ΜΕΓΑΡΙΔΟΣ
ΝΙΚΟΔΗΜΟΣ
Α΄και γ΄ωδή του Κανόνα του Πάσχα
(κείμενο-μετάφραση)
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος α΄ εἱρμὸς
«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα·
ἐκ γὰρ θανάτου πρὸς ζωήν,
καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».
Νά γίνουμε λαμπεροί γιατί ἡ μέρα τῆς Ἀναστάσεως εἶναι Πάσχα, Πάσχα Κυρίου,
γιατί ἀπό τόν θάνατο στή ζωή,
καί ἀπό τή γῆ πρός τόν οὐρανό,
Χριστός ὁ Θεός μᾶς ἀνέβασε,
ψάλλοντας ἆσμα τῆς νίκης.
Καθαρθῶμεν τὰς αἰσθήσεις,
καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα,
ἐπινίκιον ᾄδοντες.
Νά καθαρίσουμε τίς αἰσθήσεις,
καί νά δοῦμε τό ἀπροσπέλαστο φῶς τῆς ἀναστάσεως,
Χριστόν νά λάμπει σάν ἀστραπή, καί νά ἀκούσουμε νά λέγει δυνατά Χαίρετε,
ψάλλοντας ἆσμα τῆς νίκης.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,
γῆ δὲ ἀγαλλιάσθω,
ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος·
Χριστὸς γὰρ ἐγήγερται,
εὐφροσύνη αἰώνιος.
Οὐρανοί ἐπάξια νά γεμίσουν χαρά
καί ἡ γῆ ἀγαλλίαση
καί νά γιορτάσει ὅλος ὁ ὁρατός καί ἀόρατος κόσμος,
γιατί Χριστός ἀναστήθηκε,
αἰώνια εὐφροσύνη.
ᾨδὴ γ΄ Ὁ εἱρμὸς
«Δεῦτε πόμα πίωμεν καινόν,
οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,
ἀλλ' ἀφθαρσίας πηγήν,
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,
ἐν ᾧ στερεούμεθα».
Ἐλᾶτε νά πιοῦμε ἀπό τό καινούργιο πιοτό,
ὄχι ἐκεῖνο πού ἀνάβλυσε μέ θαυμαστό τρόπο ἀπό τήν ἄγονη πέτρα στήν ἔρημο,
ἀλλά ἄς πιοῦμε πηγή ἀφθαρσίας
τήν ὁποία πήγασε ὁ Χριστός ἀφοῦ ἀναστήθηκε ἀπό τόν πέτρινο τάφο,
στόν ὁποῖο στερεωνόμαστε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια·
ἑορταζέτω γοῦν πᾶσα κτίσις,
τὴν Ἔγερσιν Χριστοῦ,
ἐν ᾗ ἐστερέωται.
Τώρα (μέ τήν ἀνάσταση τοῦ Κυρίου) ὅλα γέμισαν μέ φῶς,
καί ὁ οὐρανός καί ἡ γῆ καί τά καταχθόνια,
ὅλη λοιπόν ἡ κτίση νά γιορτάσει
τήν Ἀνάσταση τοῦ Χριστοῦ,
στήν ὁποία ἔχει στερεωθεῖ.
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι,
συνεσταυρούμην σοι χθὲς,
αὐτός με συνδόξασον Σωτήρ,
ἐν τῇ βασιλείᾳ σου.
Χριστέ πού ἀναστήθηκες ἀπό τό μνῆμα,
χθές θαπτόμουνα μαζί σου
Σήμερα ἀνασταίνομαι μέ σένα,
Χθές σταυρώθηκα μαζί μέ σένα
Γι’ αὐτό σήμερα δόξασέ με στή βασιλεία σου
† ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ
ΑΘΗΝΩΝ
ΙΕΡΩΝΥΜΟΣ (ΚΟΤΣΩΝΗΣ)
Ἡμερολόγιο Ἄρθρων